Перевод: с греческого на все языки

со всех языков на греческий

τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ

  • 1 γάρ

    γάρ particle, always in second or third position.
    1 not joined with other particles.
    a gives reason for what precedes.

    ἔστι δ' ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά. μείων γὰρ αἰτία O. 1.35

    λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτ' ἄν. ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκει O. 2.19

    (If a man had the qualities I describe, he would be celebrated.) ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ' ἔχων Σωστράτου υἱός (but cf. h infra) O. 6.8

    ὄτρυνον νῦν ἑταίρους, Αἰνέα,. ἐσσὶ γὰρ ἄγγελος ὀρθός O. 6.90

    ἀσκεῖται Θέμις ἔξοχ' ἀνθρώπων (sc. in Aigina). ὅτι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ, ὀρθᾷ διακρῖναι φρενὶ δυσπαλές because Aigina is a great commercial stateand is bound to reverence the rule of righteous dealing, Sandys O. 8.23

    πάγον Κρόνου προσεφθέγξατο· πρόσθε γὰρ νώνυμνος O. 10.50

    Ἱμέραν εὐρυσθενἔ ἀμφιπόλει, σώτειρα Τύχα. τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ νᾶες (cf. f infra) O. 12.3 ναυσιφορήτοις δ' ἀνδράσι πρώτα χάρις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ καὶ

    τελευτᾷ φερτέρου νόστου τυχεῖν P. 1.34

    ἐμὲ δὲ χρεὼν φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν. εἶδον γὰρ Ἀρχίλοχον P. 2.54

    ἱκόμαν οἴκαδ'. πεύθομαι γάρ νιν Πελίαν ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέωνP. 4.109 ἔλπετο δ' οὐκέτι οἱ κεῖνον γε πράξασθαι πόνον. κεῖτο γὰρ ( δέρμα sc.)

    λόχμᾳ P. 4.244

    μακρά μοι νεῖσθαι κατ' ἀμαξιτόν· ὥρα γὰρ συνάπτει P. 4.247

    θεόθεν ἐραίμαν καλῶν, δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ. τῶν γὰρ ἀνὰ πόλιν εὑρίσκων τὰ μέσα μεκροτέρῳ ὄλβῳ τεθαλότα, μέμφομ' αἶσαν τυραννίδων P. 11.52

    ἵκετ' ὀξείαις ἀνίαισι τυπείς· τὸ γὰρ οἰκεῖον πιέζει πάνθ ὁμῶς N. 1.53

    ἔστα δὲ θάμβει δυσφόρῳ τερπνῷ τε μιχθείς. εἶδε γὰρ N. 1.56

    ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ μένοντ' ἐπ Ἀσωπίῳ μελιγαρύων τέκτονες κώμων νεανίαι N. 3.3

    ἀπότρεπε αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός· ἄπορα γὰρ λόγον Αἰκακοῦ παίδων τὸν ἅπαντά μοι διελθεῖν N. 4.71

    εὔθυν' ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων εὐκλέα· παροιχομένων γὰρ ἀνέρων N. 6.29

    ἀμπνέων τε πρίν τι φάμεν. πολλὰ γὰρ πολλᾷ λέλεκται, νεαρὰ δ' ἐξευρόντα δόμεν βασάνῳ ἐς ἔλεγχον ἅπας κίνδυνος N. 8.20

    ἀλλ' ἐπέων γλυκὺν ὕμνον πράσσετε. τὸ κρατήσιππον γὰρ ἐς ἅρμ ἀναβαίνων αὐδὰν μανύει N. 9.4

    ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ ἐλπίδι γυῖα N. 11.45

    οἱ μὲν πάλαι ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους · ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής τω τότ' ἦν I. 2.6

    ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος· ὦ Μέλισσ, εὐμαχανίαν γὰρ ἔφανας I. 4.2

    δαπάνᾳ χαῖρον ἵππων. τῶν ἀπειράτων γὰρ ἄγνωτοι σιωπαί I. 4.30

    προφρόνων Μοισᾶν τύχομεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων καὶ Μελίσσῳ. τόλμα γὰρ εἰκὼς θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων ἐν πόνῳ I. 4.45

    ἐμοὶ δὲ μακρὸν πάσας ἀναγήσασθ' ἀρετάς· Φυλακίδᾳ γὰρ ἧλθον, ὦ Μοῖσα, ταμίας Πυθέᾳ τε κώμων I. 6.57

    κώμαζ' ἔπειτεν Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ νίκαν παγκρατίου I. 7.21

    ἄλοχον

    εὐειδέα θέλων ἑκάτερος ἑὰν ἔμμεν. ἔρως γὰρ ἔχεν I. 8.29

    τὸν αἰνεῖν ἀγαθῷ παρέχει· ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν I. 8.70

    ἐν ζαθέῳ με δέξαι χρόνῳ. ὕδατι γὰρ ἐπὶ χαλκοπύλῳ ἦλθον ἔταις ἀμαχανίαν ἀλέξων Pae. 6.7

    ἀγῶνα Λοξίᾳ καταβάντ' εὐρὺν ἐν θεῶν ξενίᾳ. θύεται γὰρ ἀγλαᾶς ὑπὲρ Πανελλάδος Pae. 6.62

    πιστὰ δ Ἀγασικλέει μάρτυς ἤλυθον ἐς χορὸν ἐσλοῖς τε γονεῦσιν ἀμφὶ προξενίαισι. τίμαθεν γὰρ (Wil.: τιμαθέντας Π.) Παρθ. 2.. ἀσκὸς δ' οὔτε τις ἀμφορεὺς ἐλίνυεν δόμοις. πέλλαι γὰρ ξύλιναι πίθοι τε πλῆσθεν *fr. 104b. 5.* πρέπει δ' ἐσλοῖσιν ὑμνεῖσθαι. τοῦτο γὰρ ἀθανάτοις τιμαῖς ποτιψαύει fr. 121. 3.
    b gives an explanation of what precedes. αἴτει πανδόκῳ ἄλσει σκιαρόν τε φύτευμα. ἤδη γὰρ αὐτῷ ἀντέφλεξε Μήνα i. e. for by now all else was ready O. 3.19

    νίσεται σὺν παισὶ Λήδας. τοῖς γὰρ ἐπέτρεπεν ἀγῶνα νέμειν O. 3.36

    ζεῦξον ἤδη μοι σθένος ἡμιόνων. κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται O. 6.25

    ἅπαντας ἐν οἴκῳ εἴρετο παῖδα τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν πατρός O. 6.49

    ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν. κουφότεραι γὰρ ἀπειράτων φρένες O. 8.61

    χαρίτων νέμομαι κᾶπον· κεῖναι γὰρ ὤπασαν τὰ τέρπν O. 9.28

    ἄνευ δὲ θεοῦ, σεσιγαμένον οὐ σκαιότερον χρῆμ' ἕκαστον. ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ περαίτεραι i. e. since we are gifted in different directions O. 9.104

    τὰν ὀλβίαν Κόρινθον. ἐν τᾷ γὰρ Εὐνομία ναίει O. 13.6

    ἀνάγνωτέ μοι Ἀρχεστράτου παῖδα. γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ O. 10.3

    ἐρύκετον ψευδέων ἐνιπὰν ἀλιτόξενον. ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος ἐμὸν καταίσχυνε βαθὺ χρέος O. 10.7

    May my poetry be effective.

    Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν Ὀλιγαιθίδαισίν τ' ἔβαν ἐπίκουρος O. 13.96

    τόνδε κῶμον ἐπ' εὐμενεῖ τύχᾳ κοῦφα βιβῶντα. Λυδῷ γὰρ Ἀσώπιχον ἐν τρόπῳ ἐν μελέταις τ ἀείδων ἔμολον O. 14.17

    καιρὸν εἰ φθέγ-

    ξαιο, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει αἰανὴς ταχείας ἐλπίδας P. 1.82

    With the help of Artemis he mastered his horses.

    ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ τίθησι κόσμον P. 2.9

    νεφέλᾳ παρελέξατο ψεῦδος γλυκὺ μεθέπων. εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν Οὐρανιᾶν θυγατέρι Κρόνου P. 2.38

    αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον· τότε γὰρ μεγάλας ἐξανίστανται ΛακεδαίμονοςP. 4.48

    Μοίσαισι δώσω καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ κεῖνο πλευσάντων Μινυᾶν θεόπομποί σφισιν τιμαὶ φύτευθεν P. 4.68

    οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν οὐδ' ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημP. 4.148 κινηθμὸν ἀμαιμάκετον ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσανP. 4.209

    ἀκηράτοις ἁνίαις. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν P. 5.34

    ἔχεις καὶ πεδὰ μέγαν κάματον λόγων φερτάτων μναμήἰ· ἐν τεσσαράκοντα γὰρ πετόντεσσιν ἁνιόχοις ὅλον δίφρον κομίξαις P. 5.49

    Ἡσυχία, τιμὰν Ἀριστομένει δέκευ. τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς ἐπίστασαι P. 8.6

    τὸ δὲ οἴκοθεν ἀντία πράξει. μόνος γὰρ ἐκ Δαναῶν στρατοῦ θανόντος ὀστέα λέξαις υἱοῦP. 8.52 θεῶν δ' ὄπιν ἄφθονον αἰτέω, λτ;γτ;έναρκες, ὑμετέραις τύχαις. εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ, πολλοῖς σοφὸς δοκεῖ but ultimately it is god who is responsible for good fortune P. 8.73

    Ἱπποκλέᾳ θέλοντες ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα· γεύεται γὰρ ἀέθλων P. 10.7

    κώπαν σχάσον. ἐγκωμίων γὰρ ἄωτος ὕμνων ἐπ' ἄλλοτ ἄλλον ὥτε μέλισσα θύνει λόγον P. 10.53

    χρὴ δ' ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ. πράσσει γὰρ ἔργῳ μὲν σθένος, βουλαῖσι δὲ φρήν N. 1.26

    I had rather be generous to my friends than miserly. κοιναὶ γὰρ ἔρχοντ' ἐλπίδες πολυπόνων ἀνδρῶν (but cf. Σ: ἐλπίδος ποτὲ διαπεσὼν τῆς ἴσης τύχοι ἂν ἀμοιβῆς) N. 1.32

    κτείνοντ' ἐλάφους ἄνευ κυνῶν δολίων θ ἑρκέων. ποσσὶ γὰρ κράτεσκε N. 3.52

    τὸ δ' ἐναντίον ἔσκεν· πολλὰ γάρ μιν παντὶ θυμῷ παρφαμένα λιτάνευεν N. 5.31

    ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων πατροπάτορος ὁμαιμίοις. κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν N. 6.17

    εὔδοξος ἀείδεται Σωγένης. πόλιν γὰρ φιλόμολπον οἰκεῖ N. 7.9

    εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον' αἰτίαν ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι N. 7.12

    βασιλῆα δὲ θεῶν πρέπει δάπεδον ἂν τόδε γαρυέμεν ἡμέρᾳ ὀπί. λέγοντι γὰρ Αἰακόν μιν φυτεῦσαι N. 7.84

    λευκανθέα σώμασι πίαναν καπνόν· ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας N. 9.24

    ἴστω λαχὼν ὄλβον. εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται κῦδος, οὐκ ἔστι πρόσωθεν N. 9.46

    ἀξιωθείην κεν Ἄργει μὴ κρύπτειν φάος ὀμμάτων. νικαφορίαις γὰρ ὅσαιςἱπποτρόφον ἄστυ τὸ Προίτοιο θάλησενN. 10.41

    ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ' ὀξύτατον ὄμμα N. 10.62

    οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων. οὐ γὰρ πάγος οὐδὲ προσάντης ἁ κέλευθος γίνεται, εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.33

    ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν εὐκλέων ἔργων. ἐν ὕπνῳ γὰρ πέσεν I. 4.23

    ἔστιν δ' ἀφάνεια τύχας καὶ μαρναμένων. τῶν τε γὰρ καὶ τῶν διδοῖ I. 4.33

    Homer has perpetuated the fame of Aias.

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴτῃ τι I. 4.40

    We sing the praise of the victorious sons of Lampon.

    εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετ' ἄγκυραν I. 6.10

    τιμὰ δ' ἀγαθοῖσιν ἀντίκειται. ἴστω γὰρ σαφὲς ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων I. 7.27

    τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ βλέπειν χρῆμα πάν. δόλιος γὰρ αἰὼν ἐπ' ἀνδράσι κρέμαται I. 8.14

    ἐπέων δὲ καρπὸς οὐ κατέφθινε· φαντὶ γὰρ ξύν' ἀλέγειν καὶ γάμον Θέτιος ἄνακτας I. 8.46

    ἔλαθεν οὐδὲ τὸν εὐρυφαρέτραν ἑκαβόλον· ὤμοσε [γὰρ θ]εὸς (supp. Housman) Πα.. 112. ἐπεύχομαι εὐμαχανίαν διδόμεν. τυφλα[ὶ γὰρ] ἀνδρῶν φρένες, ὅστις ἄνευθ' Ἐλικωνιάδων ἐρευνᾷ σοφίας ὁδόν Πα. 7 B. 18. Δαμαίνας παῖ, ἁγέο. τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ Παρθ. 2. 67. The soul survives the body. τὸ γάρ ἐστι μόνον ἐκ θεῶν fr. 131b. 2.
    c introduces narrative in elaboration of what precedes.—

    δέξαιτόνδε κῶμον. ψαύμιος γὰρ ἵκει ὀχέων, ὅς O. 4.10

    ἔμαθε δὲ σαφές· εὐμενέσσι γὰρ παρὰ Κρονίδαις γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον P. 2.25

    ἔσχε τοι ταύταν μεγάλαν ἀυάταν καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου P. 3.25

    φαμὶ διδασκαλίαν Χίρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαιP. 4.102δύνασαι δ' ἀφελεῖν μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι ΦρίξοςP. 4.159

    σπέρμ' ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον ἆμαρ ἢ νύκτες· τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν P. 4.256

    ἐπέγνω μὲν Κυράνα δικαιᾶν Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος P. 4.281

    ἔχοντι τὰν ( Κυράναν sc.)

    χαλκοχάρμαι ξένοι Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον P. 5.83

    Ἀντίλοχος ἀναμείναις Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμ' ἐπέδα P. 6.32

    ἴτω τεὸν χρέος, ὦ παῖ. παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς P. 8.35

    ἄκουσεν Δαναόν ποτ' ἐν Ἄργει οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι ὠκύτατον γάμον. ἔστασεν γὰρ P. 9.114

    τυφλὸν δ' ἔχει ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς ὁ καρτερὸς Αἴας ἔπαξε N. 7.24

    πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν· ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων ἤθελον N. 8.9

    ἄμφαινε κυδαίνων πόλιν. φεῦγε γὰρ Ἀμφιαρῆ ποτὲ N. 9.13

    φθιμένου Κάστορος ἐν πολέμῳ. τὸν γὰρ Ἴδας ἔτρωσεν N. 10.60

    καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός· αὐτίκα γὰρ

    ἦλθε Λήδας παῖς N. 10.65

    ἐθέλω ἢ Καστορείῳ ἢ Ἰολάοἰ ἐναρμόξαι μιν ὕμνῳ. κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι I. 1.17

    ἤρχετο μόροιο κάρυξ. ἦν γάρ τι παλαίφατον[ fr. 140a. 69 (43) introducing argument, proof, example: It is easy for a poet to praise a man for his labours.

    μισθὸς γὰρ ἄλλοις ἄλλος ἐπ' ἔργμασιν ἀνθρώποις γλυκὺς. ὃς δ ἀμφ ἀέθλοις ἄρηται κῦδος ἁβρόν, εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται I. 1.47

    You Graces are a source of pleasure to men.

    οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοντι χοροὺς οὔτε δαῖτας O. 14.8

    μέγιστον δ' αἰόλῳ ψεύδει γέρας ἀντέταται. κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν N. 8.26

    cf. N. 7.24
    d after a verb of announcing or simm.

    κοινὸν λόγον φίλαν τείσομεν ἐς χάριν. νέμει γὰρ Ἀτρέκεια πόλιν O. 10.13

    Χάριτες, κλῦτ' ἐπεὶ εὔχομαι· σὺν γὰρ ὑμῖν O. 14.5

    κέκλυτε. φαμὶ γὰρP. 4.14 ἀπὸ δ' αὐτὸν ἐγὼ Μοίσαισι δώσω καὶ τὸ πάγχρυσον νάκος κριοῦ. τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας; P. 4.70

    γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γὰρ P. 4.263

    ἀκούσατ. ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας ἄρουραν ἤ Χαρίτων ἀναπολίζομεν P. 6.1

    εἰρήσεταί που κἀν βραχίστοις. ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου I. 6.60

    e introduces an explanation of particular words.

    Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μείγνυον, Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν ξένιον ἄστυ κατέδρακεν N. 4.22

    ἄπιστον ἔειπ (= ἔειπα).

    αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, ἃ φέρει δόξαν N. 9.33

    ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες. δαίμων δ' ἄισος I. 7.42

    οὐ κό]ρῳ ἀλλ' ἀρετᾷ. [ γ]ὰρ ἁρπαζομένων τεθνάμεν [[βρεϝεμαξρ] χρη]μάτων ἢ κακὸν ἔμμεναι (supp. Lobel) fr. 169. 16.
    f introduces an explanation of something not directly expressed. στρατὸν ἀκρόσοφόν τε καὶ αἰχματὰν ἀφίξεσθαι· τὸ γὰρ ἐμφυὲς οὔτ' αἴθων ἀλώπηξ οὔτ ἐρίβρομοι λέοντες διαλλάξαιντο ἦθος i. e. they are unable to behave in another way for... O. 11.19 Χαρίτων μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γάρ φαμι πόλιν τάνδ' εὐκλείξαι i. e. they did not leave me in the past for... P. 9.90 Zeus buried Amphiareus before Periklymenos struck him from behind. (He was in full flight.)

    ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν N. 9.27

    His parents' lackof ambition prevented Aristagoras competing in Ol. and Pyth. games. (I would have let him.)

    ναὶ μὰ γὰρ ὅρκον κάλλιον ἂνδηριώντωνἐνόστησ' ἀντιπάλων N. 11.24

    They won in different events. (but not in the pentathlon)

    οὐ γὰρ ἦν πενταέθλιον I. 1.26

    χρὴ δὲ πᾶν ἔρδοντ' ἀμαυρῶσαι τὸν ἐχθρόν. (Melissos had to use all means possible.)

    οὐ γὰρ φύσιν ὠαριωνείαν ἔλαχεν I. 4.49

    esp. after voc., Ζεῦ· τεαὶ γὰρ ὧραι i. e. on you I call O. 4.1 cf. O. 12.3, O. 14.5

    Φοῖβε, ἐθελήσαις ταῦτα νόῳ τιθέμεν, ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι P. 1.41

    Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ' ἀγών N. 3.65

    g introduces explanation in parenthesis.

    ἀλλ' ὅμως, κρέσσον γὰρ οἰκτιρμοῦ φθόνος, μὴ παρίει καλά P. 1.85

    ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει P. 4.286

    ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχειν, μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς, ὅν τε N. 10.46

    Ἀμύκλαθεν γὰρ ἔβα N. 11.34

    h introduces the answer to a preceding question.

    τί μάλα τοῦτο κερδαλέον τελέθει; ἅτε γὰρ ἐννάλιον πόνον ἐχοίσας βαθὺ σκευᾶς ἑτέρας, ἀβάπτιστος εἶμι P. 2.79

    cf. O. 6.8

    ἐπεὶ τίνα πάτραν, τίνα οἶκον ναίων ὀνυμάξεαι ἐπιφανέστερον Ἑλλάδι πυθέσθαι; πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ Ἑρεχθέος ἀστῶν P. 7.9

    τί ἔλπεαι σοφίαν ἔμμεν, ἃν ὀλίγον τοὶ ἀνὴρ ὑπὲρ ἀνδρὸς ἴσχει; οὐ γὰρ ἔσθ' ὅπως τὰ θεῶν βουλεύματ ἐρευνάσει fr. 61. 3.
    i introducing a question, progressive. τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα ἐπέθηκ; O. 13.20 cf. P. 4.70
    k fragg. ἐπικράνοισι γὰρ fr. 6b. d. ἀριστεύοντα γὰρ ἐν fr. 6b. e. ἦν γὰρ τὸ πάροιθε fr. 33d. 1.

    τῶν γὰρ ἀντομένων[ Pae. 2.42

    ]γὰρ ἐπῆν πόνος[ Pae. 8.88

    ]σοφίᾳ γὰρ Pae. 14.40

    ]α μὲν γὰρ εὔχομαι Pae. 16.3

    ]ἔσσεται γὰρ ἁδυ[ Pae. 21.13

    ἀιὼν γὰρ Pae. 22.8

    ]γὰρ εὔχομαι. Δ. 1. 1. ]θαμὰ γὰρ οἰκόθεν[ Δ. 4h. 11. τὸ γὰρ πρὶν γενέ[σθαι Παρθ. 1. 2. ]ι γὰρ ὁ [Λοξ]ίας Παρθ. 2. 3. προβάτων γὰρ *fr. 104b. 1. νομάδεσσι γὰρ ἐν Σκύθαις fr. 105b. 1. πάντων γὰρ fr. 140a. 54 (28). ] γάρ σε fr. 140a. 60 (34). κεῖνοι γάρ τ' ἄνοσοι καὶ ἀγήραοι fr. 143. 1. ὁ γὰρ ἔπαινος *fr. 181* ]εν γὰρ, Ἄπολλον[ fr. 215. 8. νικώμενοι γὰρ (v. l. δέ) fr. 229. ] οντι γὰρ ανα[ ?fr. 333a. 15. ] εὔφρων γὰρ[ P. Oxy. 1792. fr. 41. οὐ γὰρ εικ[ P. Oxy. 2442. fr. 68.
    2 εἰ γάρ if only, introducing wish. — “εἰ γὰρ οἴκοι νιν βάλε, αἷμά οἱ κείναν λάβε ἄπειρονP. 4.43 with apodosis suppressed.

    εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι P. 1.46

    εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις ἥβᾳ λιπαρῷ τε γήραι διαπλέκοις εὐδαίμον' ἐόντα N. 7.98

    3 combined with other particles.
    a καὶ γάρ, καὶ γάρ.
    I for the fact is, emphasising the explanation.

    ταχέες ἔβαν· καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων P. 4.181

    ἔλπομαι δ' τὸν Ἱπποκλέαν θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις, νέαισίν τε παρθένοισι μέλημα. καὶ γὰρ ἑτέροις ἑτέρων ἕρωτες ἔκνιξαν φρένας P. 10.59

    καί τινα φᾶσέ νιν δώσειν μόρῳ· καὶ γὰρ βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν ἔνεπεν N. 1.67

    ἀθανάτοις Αἰνησιδάμου παῖδες ἐν τιμαῖς ἔμιχθεν. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων οὔτε μελικόμπων ἀοιδᾶν I. 2.30

    νόμισαν χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων. καὶ γὰρ ἐριζόμεναι νᾶες ἐν πόντῳ καὶ λτ;ὑφγτ; ἅρμασιν ἵπποι διὰ τεάν, ὤνασσα, τιμὰν θαυμασταὶ πέλονται I. 5.4

    ἀνορέας ἐπέτρεψας ἕκατι

    σαόφρονος. καὶ γὰρ ὁ πόντιος Ὀρς[ιτ]ρίαινά νιν περίαλλα βροτῶν τίεν Pae. 9.47

    καὶ γὰρ:

    καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμ' ἀνέβαν φλογὸς οὔ O. 7.48

    II where the καί goes closely with what follows, and is emphatic, also, even.καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν, ἔτραπε μείλιχος ὀργὰP. 9.42

    καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισ' ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων N. 1.50

    καὶ γὰρ ἐν ἀγαθέᾳ χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν Καλλίας N. 6.34

    καὶ γάρ:

    καὶ Νεμέᾳ γὰρ ὁμῶς ἐρέω ταύταν χάριν O. 8.56

    γ. introduces example, yes and, and further

    καὶ γὰρ Ἀλκμήνας O. 7.27

    καὶ γὰρ βιατὰς Ἄρης P. 1.10

    μὴ φθόνει κόμπον τὸν ἐοικότ' ἀοιδᾷ κιρνάμεν ἀντὶ πόνων. καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ λόγον ἐκέρδαναν I. 5.26

    b introducing double reason.
    I

    τε γὰρ δέ. κακολόγοι δὲ πολῖται· ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον· ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει P. 11.29

    II

    μὲν γὰρ δέ. Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο, Πυθῶνι δ O. 2.48

    τὸ μὲν γὰρ πατρόθεν τὸ δ' ματρόθεν O. 7.23

    πολλοῖσι μὲν γὰρ ἀείδεται. τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει P. 8.25

    cf. frag. Pae. 16.3
    III

    μὲν γὰρ ἀλλά. ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι. ἀλλ' ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίνεται P. 4.272

    c γὰρ ὦν, looking to what follows, of course, but then

    ἐσσὶ γὰρ ὦν σοφός· οὐκ ἄγνωτ' ἀείδω Ἰσθμίαν ἵπποισι νίκαν I. 2.12

    d γάρ τοι emphasising general validity of the reason.

    τὶν δὲ μοῖρ' εὐδαιμονίας ἕπεται. λαγέταν γάρ τοι τύραννον δέρκεται ὁ μέγας πότμος P. 3.85

    I pray to Aiakos as I make this offering to the victors.

    σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος N. 8.17

    Lexicon to Pindar > γάρ

  • 2 εὔφρων

    εὔφρων (-ων, -ονα), -ονες; -όνων, -ονα. ἐύφρονα dub. Pae. 6.179)
    a
    I of gods, gracious, kind

    ἀλλ' ὦ Κρόνιε παῖ Ῥέας, εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον O. 2.14

    θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς O. 4.12

    νιν εὔφρων δέξεται P. 9.73

    II of men, merry [ εὔφρονος Κάδμοιο (Π: εὐθρόνοις codd.) O. 2.22]

    ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται N. 5.38

    ἐύφ[ρον]α λαόν (dubitanter coni. Erbse) Πα.. 1. τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ Παρθ. 2. 67.
    b of things, kindly, benevolent

    Μοῖῤ, ἅ τε πατρώιον τῶνδ' ἔχει τὸν εὔφρονα πότμον O. 2.36

    πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις O. 7.63

    ἐκάλει νύκτας τε καὶ πόντου κελεύθους ἄματά τ' εὔφρονα pr. P. 4.196 ὁ δὲ λοιπὸς εὔφρων ποτὶ χρόνος ἕρποι pr. N. 7.67 [ εὐφρόνων πόνων ( εὐφόρων v. l.) N. 10.24]

    εὔφρον' ἐς οἶκον Pae. 6.115

    c frag. ] εὔφρων γαρ[ P. Oxy. 1892. fr. 41.
    d adv. εὐφρόνως, joyfully

    δάφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως P. 10.40

    Lexicon to Pindar > εὔφρων

  • 3 θυγάτηρ

    θυγᾰτηρ (-τηρ, -τρός, -τρί, -τέρι, -τρα, -τέρα, -τηρ, -τερ; -τρες.)
    1 daughter ἀναβάλλεται γάμον θυγατρός Hippodameia O. 1.81 Λατοῦς ἱπποσόα θυγάτηρ Artemis O. 3.26

    ὠκεανοῦ θύγατερ Καμάρινα O. 5.2

    Ἑρμᾶ δὲ θυγατρὸς Ἀγγελίας O. 8.81

    Θέμις θυγάτηρ τέ οἱ Εὐνομία O. 9.15

    θύγατρ' ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος Protogeneia O. 9.58 θυγάτηρ Ἀλάθεια Διός (voc., cf. Kambylis, Anredeformen, 139̆{1}) O. 10.3 ὑπεροχωτάτᾳ πρέπεν Οὐρανιᾶν θυγατέρι Κρόνου Hera P. 2.39 εὐίππου Φλεγύα θυγάτηρ Koronis P. 3.8 τὸν μὲν (sc. Κάδμον) ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις εὐφροσύνας μέρος αἱ τρεῖς Ino, Semele, Agaue P. 3.97 Εὐρώπα Τιτυοῦ θυγάτηρP. 4.46

    τὰν Ἐπιμαθέος ἄγων ὀψινόου θυγατέρα Πρόφασιν P. 5.28

    Ἡσυχία, Δίκας ὦ μεγιστόπολι θύγατερ P. 8.2

    Κρέοισ' Γαίας θυγάτηρ P. 9.17

    πατὴρ δὲ θυγατρὶ φυτεύων κλεινότερον γάμον daughter of Antaios P. 9.111 ἄρχε δ' οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ, δόκιμον ὕμνον (ἄρχε δ, οὐρανοῦ πολυνεφέλᾳ κρέοντι θύγατερ Boeckh e Σ: the Muse.) N. 3.10 ἀγλαόκολπον Νηρέος θύγατρα Thetis N. 3.57 πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων ὁπλόταται Theba, Aigina I. 8.17 Νηρέος θυγάτηρ” Thetis I. 8.42 Οὐρανοῦ τ' εὐπέπλῳ θυγᾰτρὶ Μναμοσύνᾳ Πα. 7B. 15. ] Κοίου θυγάτηρ π[ Asteria Πα. 7B. 44. ἀγανόφρων Κοίου θυγάτηρ Leto. Pae. 12.13 τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ daughter of Andaisistrota, and/or Pagondas. Παρθ. 2. 68. met., αἱ δὲ σοφαὶ Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι (Er. Schmid: θυγατέρες codd.) N. 4.3 πόντου θύγατερ Delos fr. 33c. 3. κλῦθ' Ἀλαλὰ πολέμου θύγατερ fr. 78. 1. frag. ] δε θυγατερ[ fr. 111. 8.

    Lexicon to Pindar > θυγάτηρ

  • 4 πρῶτος

    (-ος, -ῳ, -οι, -οις; -α, -ᾳ, -αν; -ον nom., acc.: superl. v. πρώτιστος.)
    a first οἶς ποτε πρώτοις περὶ δωδέκατον δρόμον ἐλαυνόντεσσιν (v. l. πρῶτον) O. 6.75

    ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν O. 7.42

    ἅμα πρώτοις ἄρξεται καὶ τερτάτοις O. 8.45

    σὺν Ὀλυμπιάδι πρώτᾳ O. 10.58

    ναυσιφορήτοις δ' ἀνδράσι πρώτα χάρις πομπαῖον ἐλθεῖν οὖρον P. 1.33

    βάματι δ' ἐν πρώτῳ ( τριτάτῳ coni. Aristarchus) P. 3.43

    εἶπε δ' ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν ἀμφί οἱ ψαύσειε πέπλοις P. 9.119

    Αἰακίδαις ἔρνεα πρῶτος λτ;ἔνεικενγτ; ἀπ' Ἀλφεοῦ N. 6.18

    ἐν ἁλικίᾳ πρώτᾳ earliest N. 9.42 πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν, πολλὰ δὲ κνίσᾳ (sc. Ἑστίαν) N. 11.6

    ἐν δὲ μηνὸς πρῶτον τύχεν ἆμαρ Pae. 2.76

    τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ she will be the first to follow you upon the way Παρθ. 2. 68. ( βάρβιτος) τόν ῥα Τέρπανδρός ποθ' ὁ Λέσβιος εὗρεν πρῶτος fr. 125. 2. pro subs., c. gen., τὸ δὲ παθεῖν εὖ πρῶτον ἀέθλων the first of prizes P. 1.99
    b adv., (τὸ) πρῶτον,
    a in the first place, at first

    δόμον ἔθεντο πρῶτον, ἄτερ δ' εὐνᾶς ὁμόδαμον κτισσάσθαν λίθινον γόνον, λαοὶ δ ὀνύμασθεν O. 9.44

    ξείνοις δεῖπν' ἐπαγγέλλοντι πρῶτονP. 4.31

    σώματα δὲ παρὰ Κρονίδαν Κένταυρον ἀσθμαίνοντα κόμιζεν, ἑξέτης τὸ πρῶτον, ὅλον δ' ἔπειτ ἂν χρόνον N. 3.49

    esp. c.

    μέν, ὄτρυνον νῦν ἑταίρους, Αἰνέα, πρῶτον μὲν κελαδῆσαι, γνῶναί τ' ἔπειτ O. 6.88

    ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ, τὶν ἄωτον δεξάμενοι στεφάνων I. 6.3

    πρῶτον μὲν fr. 30. 1. πρῶτον μὲν Ἀλκμήνας σὺν υἱῷ Τρώιον ἂμ πέδον καὶ fr. 172. 3.
    II for the first time

    ὑπ' Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσ Ἀφροδίτας O. 6.35

    ὄρνιν Κυπρογένεια φέρεν πρῶτον ἀνθρώποισι P. 4.216

    θαέομαι σαφὲς δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶν' ἐπ ἀσπίδος νωμῶντα πρῶτον ἐν Κάδμου πύλαιςP. 8.47τοῦτο αἰδέοντ, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶςP. 9.41

    πειρᾶτο δὲ πρῶτον μάχας N. 1.43

    καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον N. 2.4

    ἑορτὰ ἐν ᾆ πρῶτον εὐνάσθην fr. 193.

    Lexicon to Pindar > πρῶτος

  • 5 ὁδός

    ὁδός (-οῦ, -ῷ, -όν; -οί, -ῶν, -οῖς, -ούς.)
    1 way
    a lit.

    ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν O. 2.70

    δάμασε καὶ κείνους Ἡρακλέης ἐφ' ὁδῷ O. 10.30

    ἄλλ' ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς P. 2.85

    εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις ἀλεξιμβρότοις πεδιάδα πομπαῖς ἔμμεν ἱππόκροτον σκυρωτὰν ὁδόν in Cyrene P. 5.93

    ναυσὶ δ' οὔτε πεζὸς ἰών κεν εὕροις ἐς Ὑπερβορέων ἀγῶνα θαυμαστὰν ὁδόν P. 10.30

    Θέμιν Μοῖραι ποτὶ κλίμακα σεμνὰν ἆγον Οὐλύμπου λιπαρὰν καθ' ὁδόν fr. 30. 4. δολιχὰ δ' ὁδὸς ἀθανάτω[ν Δ.. 1. τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδού δάφνας εὐπετάλου σχεδὸν βαίνοισα πεδίλοις ( on the path of the daphnephoric procession, cf. Schwyz., 2. 112: others connect ὁδοῦ with δάφνας) Παρθ. 2. 68.
    b met., path of song, glory, simm.

    ἐπίκουρον εὑρὼν ὁδὸν λόγων O. 1.110

    κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται O. 6.25

    τιμῶντες δ' ἀρετὰς ἐς φανερὰν ὁδὸν ἔρχονται O. 6.73

    ἐπὶ μὰν βαίνει τι καὶ λάθας ἀτέκμαρτα νέφος, καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδὸν ἔξω φρενῶν O. 7.46

    ὕβριος ἐχθρὰν ὁδὸν εὐθυπορεῖ O. 7.90

    πολλαὶ δ' ὁδοὶ σὺν θεοῖς εὐπραγίας O. 8.13

    ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ περαίτεραι O. 9.105

    εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν P. 3.103

    ὠκεῖα δ' ἐπειγομένων ἤδη θεῶν πρᾶξις ὁδοί τε βραχεῖαι P. 9.68

    χρὴ δ' ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ N. 1.25

    πατρίαν εἴπερ καθ' ὁδόν νιν εὐθυπομπὸς αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις N. 2.7

    καὶ ταῦτα μὲν παλαιότεροι ὁδὸν ἀμαξιτὸν εὗρον N. 6.54

    θρασύ μοι τόδ' εἰπεῖν, φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων οἴκοθεν N. 7.51

    ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν οὐ κατ' ὀρνίχων

    ὁδόν N. 9.19

    ]

    α κατὰ πᾶσαν ὁδὸν[ Pae. 4.6

    ὅστις ἄνευθ' Ἑλικωνιάδων βαθεῖαν ἐρευνᾷ σοφίας ὁδόν Πα. 7B. 20.

    ἔθηκας ἀμάχανον ἰσχύν τ' ἀνδράσι καὶ σοφίας ὁδόν Pae. 9.4

    ἀλλὰ δίκας δοὺς π[ις]τὰς ἐφίλη[ς.]ν. (Puech: διδούς G-H.) Παρθ. 2.. γυναικείῳ θράσει ψυχρὰν φορεῖται πᾶσαν ὁδὸν θεραπεύων ( ὁδὸν is internal acc. with φορεῖται and dir. acc. of θεραπεύων) fr. 123. 9. ν]υκτὶ βίας ὁδὸν[ of the entry of Herakles into the palace of Diomedes) fr. 169. 19. ἔσθ' ὅτε πιστόταται σιγᾶς ὁδοί (Bergk: - οτάταις ὁδοῖς codd.: - οτάτα ὁδός Sylburg) fr. 180. 2.
    c
    II journey νυκτὶ κοινάσαντες ὁδόν” (cf. fr. 169. 19) P. 4.115

    ἀπ' Ἄργεος ἤλυθον δευτέραν ὁδὸν Ἐπίγονοι P. 8.42

    Lexicon to Pindar > ὁδός

  • 6 βαίνω

    βαίνω (βαίνει; -ων, -οισα, -ον: impf. ἔβαινον, -ε: aor. 2, intrans. ἔβᾶν, -ᾶ, -ᾰν; βάντες; βᾶμεν: pf. βέβᾶκεν: aor. 1 subj., trans. βάσομεν)
    1 come, go
    a abs. “ πεύθομαι δ' αὐτὰν (= βώλακα) κατακλυσθεῖσαν ἐκ δούρατος ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ ἑσπέρας ὑγρῷ πελάγει σπομένανP. 4.39

    ταχέες ἔβαν P. 4.180

    ἀκλεὴς δ' ἔβα fr. 105b. 3.

    Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν Ὀλιγαιθίδαισίν τ' ἔβαν ἐπίκουρος O. 13.97

    Θεανδρίδαισι δ' ἀεξιγυίων ἀέθλων κάρυξ ἑτοῖμος ἔβαν N. 4.74

    ἄγγελος ἔβαν, πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων εὖχος N. 6.57

    b followed by subs. with local suffix.

    Ἀμύκλαθεν γὰρ ἔβα N. 11.34

    ὅσοι Τροίανδ' ἔβαν I. 4.36

    ὃς Οὔλυμπόνδ' ἔβα I. 4.55

    c c. prep.,
    I

    ἐπί, ἄλλα δ' ἐπ ἄλλον ἔβαν ἀγαθῶν O. 8.12

    καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν ἐργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί I. 4.41

    ἁλὸς ἐπὶ κῦμα βάντες ἦλθον ἄγγελοι Pae. 6.100

    II

    ἐς, ῥοαὶ δ' ἄλλοτ ἄλλαι ἐς ἄνδρας ἔβαν O. 2.34

    ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν N. 1.42

    ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι I. 2.2

    III

    πρός, οἶοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν Ἴρασα πρὸς πόλιν P. 9.105

    IV σχεδόν, τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ δάφνας εὐπετάλου σχεδὸν βαίνοισα πεδίλοις v. σχεδόν Παρθ. 2. 70.
    e part., going, walking ἀσθενεῖ μὲν χρωτὶ βαίνων sc. Philoktetes P. 1.55

    κατ' Ὄλυμπον ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισ ἔστι, καλλίστα θεῶν N. 10.18

    cf. Παρθ. 2. 70, supra.
    f met.

    τῶν νῦν δὲ καὶ Θρασύβουλος πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα P. 6.45

    τὸ τὠργείου φυλάξαι ῥῆμ' ἀλαθείας λτ; -γτ; ἄγχιστα βαῖνον ( ὁδῶν supp. Hermann, ἐτᾶς Bergk) I. 2.10
    2 aor. 1 trans., made to travel

    ὄφρα κελεύθῳ τ' ἐν καθαρᾷ βάσομεν ὄκχον O. 6.24

    3 frag. ]βαμεν ἐξ Ὀλύμπου[ Πα. 22b. 6. ἐπὶ λεπτῷ δενδρέῳ ( βαίνειν) ubi fort. βαίνειν Pindaro tribuendum fr. 230.
    4 in tmesis. ἐπὶ μὰν βαίνει v.

    ἐπιβαίνω O. 7.45

    Lexicon to Pindar > βαίνω

  • 7 πέδιλον

    πέδῑλον (-ῳ, -ον, -οις.)
    a sandal παπτάναις ἀρίγνωτον πέδιλον δεξιτερῷ μόνον ἀμφὶ ποδί (sc. τοῦ μονοκρήπιδος Ἰάσονος) P. 4.95 τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ δάφνας εὐπετάλου σχεδὸν βαίνοισα πεδίλοις (cf. Proclum ap. Phot., Bibl., 321 Bekk., ὁ δαφνηφόρος ἰφικρατίδας τε ὑποδεδεμένος) Παρθ. 2. 70. met., ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ' ἔχων Σωστράτου υἱός i. e. in this position O. 6.8
    b foot, rythm

    Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ ἀγλαόκωμον O. 3.5

    Lexicon to Pindar > πέδιλον

  • 8 δάφνα

    1 bay δᾰφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες sc. the Hyperboreans P. 10.40 ὅρπακἀγλαὸν δάφνας ὀχέοισα (cf. titulum a Snell e Proclo et Pausania suppletum: < Θηβαίοις δαφνηφορικὸν εἰς Ἰσμήνιον>) Παρθ. 2.. τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ δάφνας εὐπετάλου σχεδὸν βαίνοισα πεδίλοις ( δάφνας with σχεδὸν edd. vulg., walking in her sandals near the bay, i. e. the bay decorated κωπώ: with πεδίλοις Wil.) Παρθ. 2. 69.

    Lexicon to Pindar > δάφνα

  • 9 σχεδόν

    1 near, close
    a adv., c. prep.

    ὁ δ' αὐτῷ πὰρ ποδὶ σχεδὸν φάνη O. 1.74

    παρέσταν μὲν ἄρα Μοῖραι σχεδὸν O. 10.52

    τό σφ' ἔχει κυπαρίσσινον μέλαθρον ἀμφ ἀνδριάντι σχεδόν P. 5.40

    b prep.
    I c. dat.

    τοὶ δ' ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωίῳ N. 10.66

    ἀλλά μιν ποταμῷ σχεδὸν μολόντα φύρσει Πα. 2. 73, cf. Παρθ. 2. 69.
    II c. gen. σχεδὸν δ[ὲ Το]μάρου (edd. omnes praeter Radt, qui δ[...]μαρ.ου legit) Πα.. 1. τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ δάφνας εὐπετάλου σχεδὸν βαίνοισα πεδίλοις ( σχεδὸν with δάφνας edd., with πεδίλοις Wil.) Παρθ. 2. 69.

    Lexicon to Pindar > σχεδόν

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»